Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πρόσθ᾽ ὁρόων θάνατον : δὲ φασγάνῳ αὐχένα θείνας
τῆλ᾽ αὐτῇ πήληκι κάρη βάλε : μυελὸς αὖτε
σφονδυλίων ἔκπαλθ᾽ , δ᾽ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.
αὐτὰρ βῆ ῥ᾽ ἰέναι μετ᾽ ἀμύμονα Πείρεω υἱὸν
485
Ῥίγμον , ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει:
τὸν βάλε μέσσον ἄκοντι , πάγη δ᾽ ἐν νηδύϊ χαλκός,
ἤριπε δ᾽ ἐξ ὀχέων : δ᾽ Ἀρηΐθοον θεράποντα
ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ
νύξ᾽ , ἀπὸ δ᾽ ἅρματος ὦσε : κυκήθησαν δέ οἱ ἵπποι.
490
ὡς δ᾽ ἀναμαιμάει βαθέ᾽ ἄγκεα θεσπιδαὲς πῦρ
οὔρεος ἀζαλέοιο , βαθεῖα δὲ καίεται ὕλη,
πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,
ὣς γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος
κτεινομένους ἐφέπων : ῥέε δ᾽ αἵματι γαῖα μέλαινα.
495
ὡς δ᾽ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους
τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
ῥίμφά τε λέπτ᾽ ἐγένοντο βοῶν ὑπὸ πόσσ᾽ ἐριμύκων,
ὣς ὑπ᾽ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι
στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας : αἵματι δ᾽ ἄξων
500
νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,
ἃς ἄρ᾽ ἀφ᾽ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον
αἵ τ᾽ ἀπ᾽ ἐπισσώτρων : δὲ ἵετο κῦδος ἀρέσθαι
Πηλεΐδης , λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.