Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καί νύ κ᾽ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,
εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης
ἀνέρι εἰσάμενος , βαθέης δ᾽ ἐκ φθέγξατο δίνης:
Ἀχιλεῦ , περὶ μὲν κρατέεις , περὶ δ᾽ αἴσυλα ῥέζεις
215
ἀνδρῶν : αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.
εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,
ἐξ ἐμέθεν γ᾽ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε:
πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,
οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν
220
στεινόμενος νεκύεσσι , σὺ δὲ κτείνεις ἀϊδήλως.
ἀλλ᾽ ἄγε δὴ καὶ ἔασον : ἄγη μ᾽ ἔχει ὄρχαμε λαῶν.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
ἔσται ταῦτα Σκάμανδρε διοτρεφές , ὡς σὺ κελεύεις.
Τρῶας δ᾽ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,
225
πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι
ἀντιβίην , κέν με δαμάσσεται , κεν ἐγὼ τόν.
ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος:
καὶ τότ᾽ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης:
πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς
230
εἰρύσαο Κρονίωνος , τοι μάλα πόλλ᾽ ἐπέτελλε
Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν , εἰς κεν ἔλθῃ
δείελος ὀψὲ δύων , σκιάσῃ δ᾽ ἐρίβωλον ἄρουραν.
, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ
κρημνοῦ ἀπαΐξας : δ᾽ ἐπέσσυτο οἴδματι θύων,
235
πάντα δ᾽ ὄρινε ῥέεθρα κυκώμενος , ὦσε δὲ νεκροὺς
πολλούς , οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν , οὓς κτάν᾽ Ἀχιλλεύς
τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος
χέρσον δέ : ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,
κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.
240
δεινὸν δ᾽ ἀμφ᾽ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,