Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὤθει δ᾽ ἐν σάκεϊ πίπτων ῥόος : οὐδὲ πόδεσσιν
εἶχε στηρίξασθαι : δὲ πτελέην ἕλε χερσὶν
εὐφυέα μεγάλην : δ᾽ ἐκ ῥιζῶν ἐριποῦσα
κρημνὸν ἅπαντα διῶσεν , ἐπέσχε δὲ καλὰ ῥέεθρα
245
ὄζοισιν πυκινοῖσι , γεφύρωσεν δέ μιν αὐτὸν
εἴσω πᾶσ᾽ ἐριποῦσ᾽ : δ᾽ ἄρ᾽ ἐκ δίνης ἀνορούσας
ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι
δείσας : οὐδέ τ᾽ ἔληγε θεὸς μέγας , ὦρτο δ᾽ ἐπ᾽ αὐτῷ
ἀκροκελαινιόων , ἵνα μιν παύσειε πόνοιο
250
δῖον Ἀχιλλῆα , Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
Πηλεΐδης δ᾽ ἀπόρουσεν ὅσον τ᾽ ἐπὶ δουρὸς ἐρωή,
αἰετοῦ οἴματ᾽ ἔχων μέλανος τοῦ θηρητῆρος,
ὅς θ᾽ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν:
τῷ ἐϊκὼς ἤϊξεν , ἐπὶ στήθεσσι δὲ χαλκὸς
255
σμερδαλέον κονάβιζεν : ὕπαιθα δὲ τοῖο λιασθεὶς
φεῦγ᾽ , δ᾽ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου
ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ
χερσὶ μάκελλαν ἔχων , ἀμάρης ἐξ ἔχματα βάλλων:
260
τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι
ὀχλεῦνται : τὸ δέ τ᾽ ὦκα κατειβόμενον κελαρύζει
χώρῳ ἔνι προαλεῖ , φθάνει δέ τε καὶ τὸν ἄγοντα:
ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο
καὶ λαιψηρὸν ἐόντα : θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.
265
ὁσσάκι δ᾽ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς
στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες
ἀθάνατοι φοβέουσι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο
πλάζ᾽ ὤμους καθύπερθεν : δ᾽ ὑψόσε ποσσὶν ἐπήδα
270
θυμῷ ἀνιάζων : ποταμὸς δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα