Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
λάβρος ὕπαιθα ῥέων , κονίην δ᾽ ὑπέρεπτε ποδοῖιν.
Πηλεΐδης δ᾽ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν:
Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη
ἐκ ποταμοῖο σαῶσαι : ἔπειτα δὲ καί τι πάθοιμι.
275
ἄλλος δ᾽ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,
ἀλλὰ φίλη μήτηρ , με ψεύδεσσιν ἔθελγεν:
μ᾽ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων
λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.
ὥς μ᾽ ὄφελ᾽ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γ᾽ ἔτραφ᾽ ἄριστος:
280
τώ κ᾽ ἀγαθὸς μὲν ἔπεφν᾽ , ἀγαθὸν δέ κεν ἐξενάριξε:
νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι
ἐρχθέντ᾽ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,
ὅν ῥά τ᾽ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.
ὣς φάτο , τῷ δὲ μάλ᾽ ὦκα Ποσειδάων καὶ Ἀθήνη
285
στήτην ἐγγὺς ἰόντε , δέμας δ᾽ ἄνδρεσσιν ἐΐκτην,
χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντ᾽ ἐπέεσσι.
τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων:
Πηλεΐδη μήτ᾽ ἄρ τι λίην τρέε μήτέ τι τάρβει:
τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν
290
Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη:
ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,
ἀλλ᾽ ὅδε μὲν τάχα λωφήσει , σὺ δὲ εἴσεαι αὐτός:
αὐτάρ τοι πυκινῶς ὑποθησόμεθ᾽ αἴ κε πίθηαι:
μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο
295
πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι
Τρωϊκόν , ὅς κε φύγῃσι : σὺ δ᾽ Ἕκτορι θυμὸν ἀπούρας
ἂψ ἐπὶ νῆας ἴμεν : δίδομεν δέ τοι εὖχος ἀρέσθαι.
τὼ μὲν ἄρ᾽ ὣς εἰπόντε μετ᾽ ἀθανάτους ἀπεβήτην:
αὐτὰρ βῆ , μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,
300
ἐς πεδίον : τὸ δὲ πᾶν πλῆθ᾽ ὕδατος ἐκχυμένοιο,