Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν
πλῶον καὶ νέκυες : τοῦ δ᾽ ὑψόσε γούνατ᾽ ἐπήδα
πρὸς ῥόον ἀΐσσοντος ἀν᾽ ἰθύν , οὐδέ μιν ἴσχεν
εὐρὺ ῥέων ποταμός : μέγα γὰρ σθένος ἔμβαλ᾽ Ἀθήνη.
305
οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος , ἀλλ᾽ ἔτι μᾶλλον
χώετο Πηλεΐωνι , κόρυσσε δὲ κῦμα ῥόοιο
ὑψόσ᾽ ἀειρόμενος , Σιμόεντι δὲ κέκλετ᾽ ἀΰσας:
φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ
σχῶμεν , ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος
310
ἐκπέρσει , Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.
ἀλλ᾽ ἐπάμυνε τάχιστα , καὶ ἐμπίπληθι ῥέεθρα
ὕδατος ἐκ πηγέων , πάντας δ᾽ ὀρόθυνον ἐναύλους,
ἵστη δὲ μέγα κῦμα , πολὺν δ᾽ ὀρυμαγδὸν ὄρινε
φιτρῶν καὶ λάων , ἵνα παύσομεν ἄγριον ἄνδρα
315
ὃς δὴ νῦν κρατέει , μέμονεν δ᾽ γε ἶσα θεοῖσι.
φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος
οὔτε τὰ τεύχεα καλά , τά που μάλα νειόθι λίμνης
κείσεθ᾽ ὑπ᾽ ἰλύος κεκαλυμμένα : κὰδ δέ μιν αὐτὸν
εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας
320
μυρίον , οὐδέ οἱ ὀστέ᾽ ἐπιστήσονται Ἀχαιοὶ
ἀλλέξαι : τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.
αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται , οὐδέ τί μιν χρεὼ
ἔσται τυμβοχόης , ὅτε μιν θάπτωσιν Ἀχαιοί.
, καὶ ἐπῶρτ᾽ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων
325
μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.
πορφύρεον δ᾽ ἄρα κῦμα διιπετέος ποταμοῖο
ἵστατ᾽ ἀειρόμενον , κατὰ δ᾽ ᾕρεε Πηλεΐωνα:
Ἥρη δὲ μέγ᾽ ἄϋσε περιδείσασ᾽ Ἀχιλῆϊ
μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,
330
αὐτίκα δ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν: