Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος : ἄντα σέθεν γὰρ
Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι:
ἀλλ᾽ ἐπάμυνε τάχιστα , πιφαύσκεο δὲ φλόγα πολλήν.
αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο
335
εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,
κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι
φλέγμα κακὸν φορέουσα : σὺ δὲ Ξάνθοιο παρ᾽ ὄχθας
δένδρεα καῖ᾽ , ἐν δ᾽ αὐτὸν ἵει πυρί : μὴ δέ σε πάμπαν
μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ:
340
μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος , ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ
φθέγξομ᾽ ἐγὼν ἰάχουσα , τότε σχεῖν ἀκάματον πῦρ.
ὣς ἔφαθ᾽ , Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.
πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο , καῖε δὲ νεκροὺς
πολλούς , οἵ ῥα κατ᾽ αὐτὸν ἅλις ἔσαν , οὓς κτάν᾽ Ἀχιλλεύς:
345
πᾶν δ᾽ ἐξηράνθη πεδίον , σχέτο δ᾽ ἀγλαὸν ὕδωρ.
ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης νεοαρδέ᾽ ἀλωὴν
αἶψ᾽ ἀγξηράνῃ : χαίρει δέ μιν ὅς τις ἐθείρῃ:
ὣς ἐξηράνθη πεδίον πᾶν , κὰδ δ᾽ ἄρα νεκροὺς
κῆεν : δ᾽ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.
350
καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,
καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,
τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει:
τείροντ᾽ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,
οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα
355
πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.
καίετο δ᾽ ἲς ποταμοῖο ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
Ἥφαιστ᾽ , οὔ τις σοί γε θεῶν δύνατ᾽ ἀντιφερίζειν,
οὐδ᾽ ἂν ἐγὼ σοί γ᾽ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.
λῆγ᾽ ἔριδος , Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς
360
ἄστεος ἐξελάσειε : τί μοι ἔριδος καὶ ἀρωγῆς;