Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φῆ πυρὶ καιόμενος , ἀνὰ δ᾽ ἔφλυε καλὰ ῥέεθρα.
ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ
κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο
πάντοθεν ἀμβολάδην , ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,
365
ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο , ζέε δ᾽ ὕδωρ:
οὐδ᾽ ἔθελε προρέειν , ἀλλ᾽ ἴσχετο : τεῖρε δ᾽ ἀϋτμὴ
Ἡφαίστοιο βίηφι πολύφρονος . αὐτὰρ γ᾽ Ἥρην
πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα:
Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν
370
ἐξ ἄλλων ; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι
ὅσσον οἱ ἄλλοι πάντες , ὅσοι Τρώεσσιν ἀρωγοί.
ἀλλ᾽ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,
παυέσθω δὲ καὶ οὗτος : ἐγὼ δ᾽ ἐπὶ καὶ τόδ᾽ ὀμοῦμαι,
μή ποτ᾽ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,
375
μὴ δ᾽ ὁπότ᾽ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται
καιομένη , καίωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε θεὰ λευκώλενος Ἥρη,
αὐτίκ᾽ ἄρ᾽ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν:
Ἥφαιστε σχέο τέκνον ἀγακλεές : οὐ γὰρ ἔοικεν
380
ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.
ὣς ἔφαθ᾽ , Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,
ἄψορρον δ᾽ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.
αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος , οἳ μὲν ἔπειτα
παυσάσθην , Ἥρη γὰρ ἐρύκακε χωομένη περ:
385
ἐν δ᾽ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα
ἀργαλέη , δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο:
σὺν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ , βράχε δ᾽ εὐρεῖα χθών,
ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός . ἄϊε δὲ Ζεὺς
ἥμενος Οὐλύμπῳ : ἐγέλασσε δέ οἱ φίλον ἦτορ
390
γηθοσύνῃ , ὅθ᾽ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.