Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔνθ᾽ οἵ γ᾽ οὐκέτι δηρὸν ἀφέστασαν : ἦρχε γὰρ Ἄρης
ῥινοτόρος , καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε
χάλκεον ἔγχος ἔχων , καὶ ὀνείδειον φάτο μῦθον:
τίπτ᾽ αὖτ᾽ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις
395
θάρσος ἄητον ἔχουσα , μέγας δέ σε θυμὸς ἀνῆκεν;
οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδε᾽ ἀνῆκας
οὐτάμεναι , αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα
ἰθὺς ἐμεῦ ὦσας , διὰ δὲ χρόα καλὸν ἔδαψας;
τώ σ᾽ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.
400
ὣς εἰπὼν οὔτησε κατ᾽ αἰγίδα θυσσανόεσσαν
σμερδαλέην , ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός:
τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.
δ᾽ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ
κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,
405
τόν ῥ᾽ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης:
τῷ βάλε θοῦρον Ἄρηα κατ᾽ αὐχένα , λῦσε δὲ γυῖα.
ἑπτὰ δ᾽ ἐπέσχε πέλεθρα πεσών , ἐκόνισε δὲ χαίτας,
τεύχεά τ᾽ ἀμφαράβησε : γέλασσε δὲ Παλλὰς Ἀθήνη,
καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα:
410
νηπύτι᾽ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων
εὔχομ᾽ ἐγὼν ἔμεναι , ὅτι μοι μένος ἰσοφαρίζεις.
οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,
τοι χωομένη κακὰ μήδεται οὕνεκ᾽ Ἀχαιοὺς
κάλλιπες , αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.
415
ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ:
τὸν δ᾽ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη
πυκνὰ μάλα στενάχοντα : μόγις δ᾽ ἐσαγείρετο θυμόν.
τὴν δ᾽ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,
αὐτίκ᾽ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:
420
πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη