Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ δ᾽ αὖθ᾽ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα
δηΐου ἐκ πολέμοιο κατὰ κλόνον : ἀλλὰ μέτελθε.
ὣς φάτ᾽ , Ἀθηναίη δὲ μετέσσυτο , χαῖρε δὲ θυμῷ,
καί ῥ᾽ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ
425
ἤλασε : τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
τὼ μὲν ἄρ᾽ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,
δ᾽ ἄρ᾽ ἐπευχομένη ἔπεα πτερόεντ᾽ ἀγόρευε:
τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ
εἶεν , ὅτ᾽ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,
430
ὧδέ τε θαρσαλέοι καὶ τλήμονες , ὡς Ἀφροδίτη
ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα:
τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο
Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.
ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.
435
αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων:
Φοῖβε τί δὴ νῶϊ διέσταμεν ; οὐδὲ ἔοικεν
ἀρξάντων ἑτέρων : τὸ μὲν αἴσχιον αἴ κ᾽ ἀμαχητὶ
ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.
ἄρχε : σὺ γὰρ γενεῆφι νεώτερος : οὐ γὰρ ἔμοιγε
440
καλόν , ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
νηπύτι᾽ ὡς ἄνοον κραδίην ἔχες : οὐδέ νυ τῶν περ
μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ
μοῦνοι νῶϊ θεῶν , ὅτ᾽ ἀγήνορι Λαομέδοντι
πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν
445
μισθῷ ἔπι ῥητῷ : δὲ σημαίνων ἐπέτελλεν.
ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα
εὐρύ τε καὶ μάλα καλόν , ἵν᾽ ἄρρηκτος πόλις εἴη:
Φοῖβε σὺ δ᾽ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες
Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.
450
ἀλλ᾽ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι