Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐξέφερον , τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα
Λαομέδων ἔκπαγλος , ἀπειλήσας δ᾽ ἀπέπεμπε.
σὺν μὲν γ᾽ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε
δήσειν , καὶ περάαν νήσων ἔπι τηλεδαπάων:
455
στεῦτο δ᾽ γ᾽ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.
νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ
μισθοῦ χωόμενοι , τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.
τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν , οὐδὲ μεθ᾽ ἡμέων
πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται
460
πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι
τὸν δ᾽ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων:
ἐννοσίγαι᾽ οὐκ ἄν με σαόφρονα μυθήσαιο
ἔμμεναι , εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω
δειλῶν , οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε
465
ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,
ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι . ἀλλὰ τάχιστα
παυώμεσθα μάχης : οἳ δ᾽ αὐτοὶ δηριαάσθων.
ὣς ἄρα φωνήσας πάλιν ἐτράπετ᾽ : αἴδετο γάρ ῥα
πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.
470
τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν
Ἄρτεμις ἀγροτέρη , καὶ ὀνείδειον φάτο μῦθον:
φεύγεις δὴ ἑκάεργε , Ποσειδάωνι δὲ νίκην
πᾶσαν ἐπέτρεψας , μέλεον δέ οἱ εὖχος ἔδωκας:
νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;
475
μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω
εὐχομένου , ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,
ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.
ὣς φάτο , τὴν δ᾽ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,
ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις
480
νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι: