Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντί᾽ ἐμεῖο
στήσεσθαι ; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι
τοξοφόρῳ περ ἐούσῃ , ἐπεὶ σὲ λέοντα γυναιξὶ
Ζεὺς θῆκεν , καὶ ἔδωκε κατακτάμεν ἥν κ᾽ ἐθέλῃσθα.
485
ἤτοι βέλτερόν ἐστι κατ᾽ οὔρεα θῆρας ἐναίρειν
ἀγροτέρας τ᾽ ἐλάφους κρείσσοσιν ἶφι μάχεσθαι.
εἰ δ᾽ ἐθέλεις πολέμοιο δαήμεναι , ὄφρ᾽ ἐῢ εἰδῇς
ὅσσον φερτέρη εἴμ᾽ , ὅτι μοι μένος ἀντιφερίζεις.
ῥα , καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε
490
σκαιῇ , δεξιτερῇ δ᾽ ἄρ᾽ ἀπ᾽ ὤμων αἴνυτο τόξα,
αὐτοῖσιν δ᾽ ἄρ᾽ ἔθεινε παρ᾽ οὔατα μειδιόωσα
ἐντροπαλιζομένην : ταχέες δ᾽ ἔκπιπτον ὀϊστοί.
δακρυόεσσα δ᾽ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,
ῥά θ᾽ ὑπ᾽ ἴρηκος κοίλην εἰσέπτατο πέτρην
495
χηραμόν : οὐδ᾽ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν:
ὣς δακρυόεσσα φύγεν , λίπε δ᾽ αὐτόθι τόξα.
Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης:
Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι : ἀργαλέον δὲ
πληκτίζεσθ᾽ ἀλόχοισι Διὸς νεφεληγερέταο:
500
ἀλλὰ μάλα πρόφρασσα μετ᾽ ἀθανάτοισι θεοῖσιν
εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.
ὣς ἄρ᾽ ἔφη , Λητὼ δὲ συναίνυτο καμπύλα τόξα
πεπτεῶτ᾽ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.
μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς:
505
δ᾽ ἄρ᾽ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,
δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,
ἀμφὶ δ᾽ ἄρ᾽ ἀμβρόσιος ἑανὸς τρέμε : τὴν δὲ προτὶ οἷ
εἷλε πατὴρ Κρονίδης , καὶ ἀνείρετο ἡδὺ γελάσσας:
τίς νύ σε τοιάδ᾽ ἔρεξε φίλον τέκος Οὐρανιώνων
510
μαψιδίως , ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;