Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δ᾽ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή:
σή μ᾽ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,
ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
515
αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν:
μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος
μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.
οἳ δ᾽ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,
οἳ μὲν χωόμενοι , οἳ δὲ μέγα κυδιόωντες:
520
κὰδ δ᾽ ἷζον παρὰ πατρὶ κελαινεφεῖ : αὐτὰρ Ἀχιλλεὺς
Τρῶας ὁμῶς αὐτούς τ᾽ ὄλεκεν καὶ μώνυχας ἵππους.
ὡς δ᾽ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται
ἄστεος αἰθομένοιο , θεῶν δέ μῆνις ἀνῆκε,
πᾶσι δ᾽ ἔθηκε πόνον , πολλοῖσι δὲ κήδε᾽ ἐφῆκεν,
525
ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδε᾽ ἔθηκεν.
ἑστήκει δ᾽ γέρων Πρίαμος θείου ἐπὶ πύργου,
ἐς δ᾽ ἐνόησ᾽ Ἀχιλῆα πελώριον : αὐτὰρ ὑπ᾽ αὐτοῦ
Τρῶες ἄφαρ κλονέοντο πεφυζότες , οὐδέ τις ἀλκὴ
γίγνεθ᾽ : δ᾽ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε
530
ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς:
πεπταμένας ἐν χερσὶ πύλας ἔχετ᾽ εἰς κε λαοὶ
ἔλθωσι προτὶ ἄστυ πεφυζότες : γὰρ Ἀχιλλεὺς
ἐγγὺς ὅδε κλονέων : νῦν οἴω λοίγι᾽ ἔσεσθαι.
αὐτὰρ ἐπεί κ᾽ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,
535
αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας:
δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας:
αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος : αὐτὰρ Ἀπόλλων
ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.
540
οἳ δ᾽ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο