Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο
φεῦγον : δὲ σφεδανὸν ἔφεπ᾽ ἔγχεϊ , λύσσα δέ οἱ κῆρ
αἰὲν ἔχε κρατερή , μενέαινε δὲ κῦδος ἀρέσθαι.
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,
545
εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε
φῶτ᾽ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.
ἐν μέν οἱ κραδίῃ θάρσος βάλε , πὰρ δέ οἱ αὐτὸς
ἔστη , ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι
φηγῷ κεκλιμένος : κεκάλυπτο δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.
550
αὐτὰρ γ᾽ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον
ἔστη , πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι:
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγών : εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος
φεύγω , τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,
555
αἱρήσει με καὶ ὧς , καὶ ἀνάλκιδα δειροτομήσει.
εἰ δ᾽ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω
Πηλεΐδῃ Ἀχιλῆϊ , ποσὶν δ᾽ ἀπὸ τείχεος ἄλλῃ
φεύγω πρὸς πεδίον Ἰλήϊον , ὄφρ᾽ ἂν ἵκωμαι
Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω:
560
ἑσπέριος δ᾽ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο
ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην:
ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;
μή μ᾽ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ
καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.
565
οὐκέτ᾽ ἔπειτ᾽ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι:
λίην γὰρ κρατερὸς περὶ πάντων ἔστ᾽ ἀνθρώπων.
εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω:
καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,
ἐν δὲ ἴα ψυχή , θνητὸν δέ φασ᾽ ἄνθρωποι
570
ἔμμεναι : αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.