Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν , ἐν δέ οἱ ἦτορ
ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.
ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο
ἀνδρὸς θηρητῆρος ἐναντίον , οὐδέ τι θυμῷ
575
ταρβεῖ οὐδὲ φοβεῖται , ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ:
εἴ περ γὰρ φθάμενός μιν οὐτάσῃ ἠὲ βάλῃσιν,
ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει
ἀλκῆς , πρίν γ᾽ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι:
ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ
580
οὐκ ἔθελεν φεύγειν , πρὶν πειρήσαιτ᾽ Ἀχιλῆος.
ἀλλ᾽ γ᾽ ἄρ᾽ ἀσπίδα μὲν πρόσθ᾽ ἔσχετο πάντοσ᾽ ἐΐσην,
ἐγχείῃ δ᾽ αὐτοῖο τιτύσκετο , καὶ μέγ᾽ ἀΰτει:
δή που μάλ᾽ ἔολπας ἐνὶ φρεσὶ φαίδιμ᾽ Ἀχιλλεῦ
ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων
585
νηπύτι᾽ : τ᾽ ἔτι πολλὰ τετεύξεται ἄλγε᾽ ἐπ᾽ αὐτῇ.
ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,
οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν
Ἴλιον εἰρυόμεσθα : σὺ δ᾽ ἐνθάδε πότμον ἐφέψεις
ὧδ᾽ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.
590
ῥα , καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,
καί ῥ᾽ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδ᾽ ἀφάμαρτεν.
ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο
σμερδαλέον κονάβησε : πάλιν δ᾽ ἀπὸ χαλκὸς ὄρουσε
βλημένου , οὐδ᾽ ἐπέρησε , θεοῦ δ᾽ ἠρύκακε δῶρα.
595
Πηλεΐδης δ᾽ ὁρμήσατ᾽ Ἀγήνορος ἀντιθέοιο
δεύτερος : οὐδ᾽ ἔτ᾽ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,
ἀλλά μιν ἐξήρπαξε , κάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ,
ἡσύχιον δ᾽ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.
αὐτὰρ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ:
600
αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς