Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει:
ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;
μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών , δέ μ᾽ οὐκ ἐλεήσει
οὐδέ τί μ᾽ αἰδέσεται , κτενέει δέ με γυμνὸν ἐόντα
125
αὔτως ὥς τε γυναῖκα , ἐπεί κ᾽ ἀπὸ τεύχεα δύω.
οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδ᾽ ἀπὸ πέτρης
τῷ ὀαριζέμεναι , τε παρθένος ἠΐθεός τε
παρθένος ἠΐθεός τ᾽ ὀαρίζετον ἀλλήλοιιν.
βέλτερον αὖτ᾽ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα:
130
εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.
ὣς ὅρμαινε μένων , δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς
ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ
σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον
δεινήν : ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ
135
πυρὸς αἰθομένου ἠελίου ἀνιόντος.
Ἕκτορα δ᾽ , ὡς ἐνόησεν , ἕλε τρόμος : οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
αὖθι μένειν , ὀπίσω δὲ πύλας λίπε , βῆ δὲ φοβηθείς:
Πηλεΐδης δ᾽ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.
ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν
140
ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,
δέ θ᾽ ὕπαιθα φοβεῖται , δ᾽ ἐγγύθεν ὀξὺ λεληκὼς
ταρφέ᾽ ἐπαΐσσει , ἑλέειν τέ θυμὸς ἀνώγει:
ὣς ἄρ᾽ γ᾽ ἐμμεμαὼς ἰθὺς πέτετο , τρέσε δ᾽ Ἕκτωρ
τεῖχος ὕπο Τρώων , λαιψηρὰ δὲ γούνατ᾽ ἐνώμα.
145
οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα
τείχεος αἰὲν ὑπ᾽ ἐκ κατ᾽ ἀμαξιτὸν ἐσσεύοντο,
κρουνὼ δ᾽ ἵκανον καλλιρρόω : ἔνθα δὲ πηγαὶ
δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.
μὲν γάρ θ᾽ ὕδατι λιαρῷ ῥέει , ἀμφὶ δὲ καπνὸς
150
γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο: