Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πολλὰ λισσομένω : οὐδ᾽ Ἕκτορι θυμὸν ἔπειθον,
ἀλλ᾽ γε μίμν᾽ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.
ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι
βεβρωκὼς κακὰ φάρμακ᾽ , ἔδυ δέ τέ μιν χόλος αἰνός,
95
σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ:
ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει
πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδ᾽ ἐρείσας:
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
μοι ἐγών , εἰ μέν κε πύλας καὶ τείχεα δύω,
100
Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,
ὅς μ᾽ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι
νύχθ᾽ ὕπο τήνδ᾽ ὀλοὴν ὅτε τ᾽ ὤρετο δῖος Ἀχιλλεύς.
ἀλλ᾽ ἐγὼ οὐ πιθόμην : τ᾽ ἂν πολὺ κέρδιον ἦεν.
νῦν δ᾽ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,
105
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο:
Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.
ὣς ἐρέουσιν : ἐμοὶ δὲ τότ᾽ ἂν πολὺ κέρδιον εἴη
ἄντην Ἀχιλῆα κατακτείναντα νέεσθαι,
110
ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.
εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν
καὶ κόρυθα βριαρήν , δόρυ δὲ πρὸς τεῖχος ἐρείσας
αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω
καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθ᾽ ἅμ᾽ αὐτῇ,
115
πάντα μάλ᾽ ὅσσά τ᾽ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν
ἠγάγετο Τροίηνδ᾽ , τ᾽ ἔπλετο νείκεος ἀρχή,
δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν , ἅμα δ᾽ ἀμφὶς Ἀχαιοῖς
ἄλλ᾽ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε:
Τρωσὶν δ᾽ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι
120
μή τι κατακρύψειν , ἀλλ᾽ ἄνδιχα πάντα δάσασθαι