Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὴν μὲν Ἀχιλλῆος , τὴν δ᾽ Ἕκτορος ἱπποδάμοιο,
ἕλκε δὲ μέσσα λαβών : ῥέπε δ᾽ Ἕκτορος αἴσιμον ἦμαρ,
ᾤχετο δ᾽ εἰς Ἀΐδαο , λίπεν δέ Φοῖβος Ἀπόλλων.
Πηλεΐωνα δ᾽ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη,
215
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμ᾽ Ἀχιλλεῦ
οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας
Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα.
οὔ οἱ νῦν ἔτι γ᾽ ἔστι πεφυγμένον ἄμμε γενέσθαι,
220
οὐδ᾽ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων
προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο.
ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε , τόνδε δ᾽ ἐγώ τοι
οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι.
ὣς φάτ᾽ Ἀθηναίη , δ᾽ ἐπείθετο , χαῖρε δὲ θυμῷ,
225
στῆ δ᾽ ἄρ᾽ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς.
δ᾽ ἄρα τὸν μὲν ἔλειπε , κιχήσατο δ᾽ Ἕκτορα δῖον
Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν:
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
ἠθεῖ᾽ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς
230
ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων:
ἀλλ᾽ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες.
τὴν δ᾽ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ:
Δηΐφοβ᾽ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα
γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας:
235
νῦν δ᾽ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι,
ὃς ἔτλης ἐμεῦ εἵνεκ᾽ , ἐπεὶ ἴδες ὀφθαλμοῖσι,
τείχεος ἐξελθεῖν , ἄλλοι δ᾽ ἔντοσθε μένουσι.
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
ἠθεῖ᾽ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ
240
λίσσονθ᾽ ἑξείης γουνούμενοι , ἀμφὶ δ᾽ ἑταῖροι,