Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐδ᾽ ἀλέη : γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν
Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ , οἵ με πάρος γε
πρόφρονες εἰρύατο : νῦν αὖτέ με μοῖρα κιχάνει.
μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην,
305
ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι.
ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ,
τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε,
οἴμησεν δὲ ἀλεὶς ὥς τ᾽ αἰετὸς ὑψιπετήεις,
ὅς τ᾽ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν
310
ἁρπάξων ἄρν᾽ ἀμαλὴν πτῶκα λαγωόν:
ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ.
ὁρμήθη δ᾽ Ἀχιλεύς , μένεος δ᾽ ἐμπλήσατο θυμὸν
ἀγρίου , πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε
καλὸν δαιδάλεον , κόρυθι δ᾽ ἐπένευε φαεινῇ
315
τετραφάλῳ : καλαὶ δὲ περισσείοντο ἔθειραι
χρύσεαι , ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς.
οἷος δ᾽ ἀστὴρ εἶσι μετ᾽ ἀστράσι νυκτὸς ἀμολγῷ
ἕσπερος , ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ,
ὣς αἰχμῆς ἀπέλαμπ᾽ εὐήκεος , ἣν ἄρ᾽ Ἀχιλλεὺς
320
πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ
εἰσορόων χρόα καλόν , ὅπῃ εἴξειε μάλιστα.
τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα
καλά , τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς:
φαίνετο δ᾽ κληῗδες ἀπ᾽ ὤμων αὐχέν᾽ ἔχουσι
325
λαυκανίην , ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος:
τῇ ῥ᾽ ἐπὶ οἷ μεμαῶτ᾽ ἔλασ᾽ ἔγχεϊ δῖος Ἀχιλλεύς,
ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή:
οὐδ᾽ ἄρ᾽ ἀπ᾽ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια,
ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν.
330
ἤριπε δ᾽ ἐν κονίῃς : δ᾽ ἐπεύξατο δῖος Ἀχιλλεύς: