Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔγχει ἐμῷ δαμάᾳ : νῦν δ᾽ ἀθρόα πάντ᾽ ἀποτίσεις
κήδε᾽ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων.
ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος:
καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ:
275
ἕζετο γὰρ προϊδών , τὸ δ᾽ ὑπέρπτατο χάλκεον ἔγχος,
ἐν γαίῃ δ᾽ ἐπάγη : ἀνὰ δ᾽ ἥρπασε Παλλὰς Ἀθήνη,
ἂψ δ᾽ Ἀχιλῆϊ δίδου , λάθε δ᾽ Ἕκτορα ποιμένα λαῶν.
Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα:
ἤμβροτες , οὐδ᾽ ἄρα πώ τι θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ
280
ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον , τοι ἔφης γε:
ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων,
ὄφρά σ᾽ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι.
οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις,
ἀλλ᾽ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον
285
εἴ τοι ἔδωκε θεός : νῦν αὖτ᾽ ἐμὸν ἔγχος ἄλευαι
χάλκεον : ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο.
καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο
σεῖο καταφθιμένοιο : σὺ γάρ σφισι πῆμα μέγιστον.
ῥα , καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
290
καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδ᾽ ἀφάμαρτε:
τῆλε δ᾽ ἀπεπλάγχθη σάκεος δόρυ : χώσατο δ᾽ Ἕκτωρ
ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,
στῆ δὲ κατηφήσας , οὐδ᾽ ἄλλ᾽ ἔχε μείλινον ἔγχος.
Δηΐφοβον δ᾽ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας:
295
ᾔτεέ μιν δόρυ μακρόν : δ᾽ οὔ τί οἱ ἐγγύθεν ἦεν.
Ἕκτωρ δ᾽ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε:
πόποι μάλα δή με θεοὶ θάνατον δὲ κάλεσσαν:
Δηΐφοβον γὰρ ἔγωγ᾽ ἐφάμην ἥρωα παρεῖναι:
ἀλλ᾽ μὲν ἐν τείχει , ἐμὲ δ᾽ ἐξαπάτησεν Ἀθήνη.
300
νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός , οὐδ᾽ ἔτ᾽ ἄνευθεν,