Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε,
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.
τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς:
365
τέθναθι : κῆρα δ᾽ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.
ῥα , καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος,
καὶ τό γ᾽ ἄνευθεν ἔθηχ᾽ , δ᾽ ἀπ᾽ ὤμων τεύχε᾽ ἐσύλα
αἱματόεντ᾽ : ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν,
370
οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν
Ἕκτορος : οὐδ᾽ ἄρα οἵ τις ἀνουτητί γε παρέστη.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
πόποι , μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι
Ἕκτωρ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ.
375
ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς.
τὸν δ᾽ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς,
στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ἐπεὶ δὴ τόνδ᾽ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν,
380
ὃς κακὰ πόλλ᾽ ἔρρεξεν ὅσ᾽ οὐ σύμπαντες οἱ ἄλλοι,
εἰ δ᾽ ἄγετ᾽ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν,
ὄφρά κ᾽ ἔτι γνῶμεν Τρώων νόον ὅν τιν᾽ ἔχουσιν,
καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος,
ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτ᾽ ἐόντος.
385
ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;
κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος
Πάτροκλος : τοῦ δ᾽ οὐκ ἐπιλήσομαι , ὄφρ᾽ ἂν ἔγωγε
ζωοῖσιν μετέω καί μοι φίλα γούνατ᾽ ὀρώρῃ:
εἰ δὲ θανόντων περ καταλήθοντ᾽ εἰν Ἀΐδαο
390
αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ᾽ ἑταίρου.