Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
23
1
ὣς οἳ μὲν στενάχοντο κατὰ πτόλιν : αὐτὰρ Ἀχαιοὶ
2
ἐπεὶ δὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο,
3
οἳ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὴν ἐπὶ νῆα ἕκαστος,
4
Μυρμιδόνας δ᾽ οὐκ εἴα ἀποσκίδνασθαι Ἀχιλλεύς,
5
ἀλλ᾽ ὅ γε οἷς ἑτάροισι φιλοπτολέμοισι μετηύδα:
6
Μυρμιδόνες ταχύπωλοι ἐμοὶ ἐρίηρες ἑταῖροι
7
μὴ δή πω ὑπ᾽ ὄχεσφι λυώμεθα μώνυχας ἵππους,
8
ἀλλ᾽ αὐτοῖς ἵπποισι καὶ ἅρμασιν ἆσσον ἰόντες
9
Πάτροκλον κλαίωμεν : ὃ γὰρ γέρας ἐστὶ θανόντων.
10
αὐτὰρ ἐπεί κ᾽ ὀλοοῖο τεταρπώμεσθα γόοιο,
11
ἵππους λυσάμενοι δορπήσομεν ἐνθάδε πάντες.
12
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ᾤμωξαν ἀολλέες , ἦρχε δ᾽ Ἀχιλλεύς.
13
οἳ δὲ τρὶς περὶ νεκρὸν ἐΰτριχας ἤλασαν ἵππους
14
μυρόμενοι : μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε.
15
δεύοντο ψάμαθοι , δεύοντο δὲ τεύχεα φωτῶν
16
δάκρυσι : τοῖον γὰρ πόθεον μήστωρα φόβοιο.
17
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
18
χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου:
19
χαῖρέ μοι ὦ Πάτροκλε καὶ εἰν Ἀΐδαο δόμοισι:
20
πάντα γὰρ ἤδη τοι τελέω τὰ πάροιθεν ὑπέστην
21
Ἕκτορα δεῦρ᾽ ἐρύσας δώσειν κυσὶν ὠμὰ δάσασθαι,
22
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσειν
23
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
24
ἦ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα
25
πρηνέα πὰρ λεχέεσσι Μενοιτιάδαο τανύσσας
26
ἐν κονίῃς : οἳ δ᾽ ἔντε᾽ ἀφωπλίζοντο ἕκαστος
27
χάλκεα μαρμαίροντα , λύον δ᾽ ὑψηχέας ἵππους,
28
κὰδ δ᾽ ἷζον παρὰ νηῒ ποδώκεος Αἰακίδαο
29
μυρίοι : αὐτὰρ ὃ τοῖσι τάφον μενοεικέα δαίνυ.
30
πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ