Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σφαζόμενοι , πολλοὶ δ᾽ ὄϊες καὶ μηκάδες αἶγες:
πολλοὶ δ᾽ ἀργιόδοντες ὕες θαλέθοντες ἀλοιφῇ
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο:
πάντῃ δ᾽ ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα.
35
αὐτὰρ τόν γε ἄνακτα ποδώκεα Πηλεΐωνα
εἰς Ἀγαμέμνονα δῖον ἄγον βασιλῆες Ἀχαιῶν
σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ.
οἳ δ᾽ ὅτε δὴ κλισίην Ἀγαμέμνονος ἷξον ἰόντες,
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσαν
40
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , εἰ πεπίθοιεν
Πηλεΐδην λούσασθαι ἄπο βρότον αἱματόεντα.
αὐτὰρ γ᾽ ἠρνεῖτο στερεῶς , ἐπὶ δ᾽ ὅρκον ὄμοσσεν:
οὐ μὰ Ζῆν᾽ , ὅς τίς τε θεῶν ὕπατος καὶ ἄριστος,
οὐ θέμις ἐστὶ λοετρὰ καρήατος ἆσσον ἱκέσθαι
45
πρίν γ᾽ ἐνὶ Πάτροκλον θέμεναι πυρὶ σῆμά τε χεῦαι
κείρασθαί τε κόμην , ἐπεὶ οὔ μ᾽ ἔτι δεύτερον ὧδε
ἵξετ᾽ ἄχος κραδίην ὄφρα ζωοῖσι μετείω.
ἀλλ᾽ ἤτοι νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί:
ἠῶθεν δ᾽ ὄτρυνον ἄναξ ἀνδρῶν Ἀγάμεμνον
50
ὕλην τ᾽ ἀξέμεναι παρά τε σχεῖν ὅσσ᾽ ἐπιεικὲς
νεκρὸν ἔχοντα νέεσθαι ὑπὸ ζόφον ἠερόεντα,
ὄφρ᾽ ἤτοι τοῦτον μὲν ἐπιφλέγῃ ἀκάματον πῦρ
θᾶσσον ἀπ᾽ ὀφθαλμῶν , λαοὶ δ᾽ ἐπὶ ἔργα τράπωνται.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο.
55
ἐσσυμένως δ᾽ ἄρα δόρπον ἐφοπλίσσαντες ἕκαστοι
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
οἳ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος,
Πηλεΐδης δ᾽ ἐπὶ θινὶ πολυφλοίσβοιο θαλάσσης
60
κεῖτο βαρὺ στενάχων πολέσιν μετὰ Μυρμιδόνεσσιν