Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐν καθαρῷ , ὅθι κύματ᾽ ἐπ᾽ ἠϊόνος κλύζεσκον:
εὖτε τὸν ὕπνος ἔμαρπτε λύων μελεδήματα θυμοῦ
νήδυμος ἀμφιχυθείς : μάλα γὰρ κάμε φαίδιμα γυῖα
Ἕκτορ᾽ ἐπαΐσσων προτὶ Ἴλιον ἠνεμόεσσαν:
65
ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο
πάντ᾽ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλ᾽ ἐϊκυῖα
καὶ φωνήν , καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο:
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν:
εὕδεις , αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ Ἀχιλλεῦ.
70
οὐ μέν μευ ζώοντος ἀκήδεις , ἀλλὰ θανόντος:
θάπτέ με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
τῆλέ με εἴργουσι ψυχαὶ εἴδωλα καμόντων,
οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν,
ἀλλ᾽ αὔτως ἀλάλημαι ἀν᾽ εὐρυπυλὲς Ἄϊδος δῶ.
75
καί μοι δὸς τὴν χεῖρ᾽ : ὀλοφύρομαι , οὐ γὰρ ἔτ᾽ αὖτις
νίσομαι ἐξ Ἀΐδαο , ἐπήν με πυρὸς λελάχητε.
οὐ μὲν γὰρ ζωοί γε φίλων ἀπάνευθεν ἑταίρων
βουλὰς ἑζόμενοι βουλεύσομεν , ἀλλ᾽ ἐμὲ μὲν κὴρ
ἀμφέχανε στυγερή , περ λάχε γιγνόμενόν περ:
80
καὶ δὲ σοὶ αὐτῷ μοῖρα , θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,
τείχει ὕπο Τρώων εὐηφενέων ἀπολέσθαι.
ἄλλο δέ τοι ἐρέω καὶ ἐφήσομαι αἴ κε πίθηαι:
μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέ᾽ Ἀχιλλεῦ,
ἀλλ᾽ ὁμοῦ ὡς ἐτράφημεν ἐν ὑμετέροισι δόμοισιν,
85
εὖτέ με τυτθὸν ἐόντα Μενοίτιος ἐξ Ὀπόεντος
ἤγαγεν ὑμέτερόνδ᾽ ἀνδροκτασίης ὕπο λυγρῆς,
ἤματι τῷ ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος
νήπιος οὐκ ἐθέλων ἀμφ᾽ ἀστραγάλοισι χολωθείς:
ἔνθά με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεὺς
90
ἔτραφέ τ᾽ ἐνδυκέως καὶ σὸν θεράποντ᾽ ὀνόμηνεν: