Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι
χρύσεος ἀμφιφορεύς , τόν τοι πόρε πότνια μήτηρ.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
τίπτέ μοι ἠθείη κεφαλὴ δεῦρ᾽ εἰλήλουθας
95
καί μοι ταῦτα ἕκαστ᾽ ἐπιτέλλεαι ; αὐτὰρ ἐγώ τοι
πάντα μάλ᾽ ἐκτελέω καὶ πείσομαι ὡς σὺ κελεύεις.
ἀλλά μοι ἆσσον στῆθι : μίνυνθά περ ἀμφιβαλόντε
ἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο.
ὣς ἄρα φωνήσας ὠρέξατο χερσὶ φίλῃσιν
100
οὐδ᾽ ἔλαβε : ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνὸς
ᾤχετο τετριγυῖα : ταφὼν δ᾽ ἀνόρουσεν Ἀχιλλεὺς
χερσί τε συμπλατάγησεν , ἔπος δ᾽ ὀλοφυδνὸν ἔειπεν:
πόποι ῥά τίς ἐστι καὶ εἰν Ἀΐδαο δόμοισι
ψυχὴ καὶ εἴδωλον , ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν:
105
παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο
ψυχὴ ἐφεστήκει γοόωσά τε μυρομένη τε,
καί μοι ἕκαστ᾽ ἐπέτελλεν , ἔϊκτο δὲ θέσκελον αὐτῷ.
ὣς φάτο , τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο:
μυρομένοισι δὲ τοῖσι φάνη ῥοδοδάκτυλος Ἠὼς
110
ἀμφὶ νέκυν ἐλεεινόν . ἀτὰρ κρείων Ἀγαμέμνων
οὐρῆάς τ᾽ ὄτρυνε καὶ ἀνέρας ἀξέμεν ὕλην
πάντοθεν ἐκ κλισιῶν : ἐπὶ δ᾽ ἀνὴρ ἐσθλὸς ὀρώρει
Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.
οἳ δ᾽ ἴσαν ὑλοτόμους πελέκεας ἐν χερσὶν ἔχοντες
115
σειράς τ᾽ εὐπλέκτους : πρὸ δ᾽ ἄρ᾽ οὐρῆες κίον αὐτῶν.
πολλὰ δ᾽ ἄναντα κάταντα πάραντά τε δόχμιά τ᾽ ἦλθον:
ἀλλ᾽ ὅτε δὴ κνημοὺς προσέβαν πολυπίδακος Ἴδης,
αὐτίκ᾽ ἄρα δρῦς ὑψικόμους ταναήκεϊ χαλκῷ
τάμνον ἐπειγόμενοι : ταὶ δὲ μεγάλα κτυπέουσαι
120
πῖπτον : τὰς μὲν ἔπειτα διαπλήσσοντες Ἀχαιοὶ