Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
ἱππῆας τάδ᾽ ἄεθλα δεδεγμένα κεῖτ᾽ ἐν ἀγῶνι.
εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοὶ
275
τ᾽ ἂν ἐγὼ τὰ πρῶτα λαβὼν κλισίην δὲ φεροίμην.
ἴστε γὰρ ὅσσον ἐμοὶ ἀρετῇ περιβάλλετον ἵπποι:
ἀθάνατοί τε γάρ εἰσι , Ποσειδάων δὲ πόρ᾽ αὐτοὺς
πατρὶ ἐμῷ Πηλῆϊ , δ᾽ αὖτ᾽ ἐμοὶ ἐγγυάλιξεν.
ἀλλ᾽ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι:
280
τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου , ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
τὸν τώ γ᾽ ἑσταότες πενθείετον , οὔδεϊ δέ σφι
χαῖται ἐρηρέδαται , τὼ δ᾽ ἕστατον ἀχνυμένω κῆρ.
285
ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν , ὅς τις Ἀχαιῶν
ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
ὣς φάτο Πηλεΐδης , ταχέες δ᾽ ἱππῆες ἄγερθεν.
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος
Ἀδμήτου φίλος υἱός , ὃς ἱπποσύνῃ ἐκέκαστο:
290
τῷ δ᾽ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,
ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν , οὕς ποτ᾽ ἀπηύρα
Αἰνείαν , ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος
διογενής , ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους
295
Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον:
τὴν Ἀγαμέμνονι δῶκ᾽ Ἀγχισιάδης Ἐχέπωλος
δῶρ᾽ , ἵνα μή οἱ ἕποιθ᾽ ὑπὸ Ἴλιον ἠνεμόεσσαν,
ἀλλ᾽ αὐτοῦ τέρποιτο μένων : μέγα γάρ οἱ ἔδωκε
Ζεὺς ἄφενος , ναῖεν δ᾽ γ᾽ ἐν εὐρυχόρῳ Σικυῶνι:
300
τὴν γ᾽ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.