Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους,
Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος
τοῦ Νηληϊάδαο : Πυλοιγενέες δέ οἱ ἵπποι
ὠκύποδες φέρον ἅρμα : πατὴρ δέ οἱ ἄγχι παραστὰς
305
μυθεῖτ᾽ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ:
Ἀντίλοχ᾽ ἤτοι μέν σε νέον περ ἐόντ᾽ ἐφίλησαν
Ζεύς τε Ποσειδάων τε , καὶ ἱπποσύνας ἐδίδαξαν
παντοίας : τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ:
οἶσθα γὰρ εὖ περὶ τέρμαθ᾽ ἑλισσέμεν : ἀλλά τοι ἵπποι
310
βάρδιστοι θείειν : τώ τ᾽ οἴω λοίγι᾽ ἔσεσθαι.
τῶν δ᾽ ἵπποι μὲν ἔασιν ἀφάρτεροι , οὐδὲ μὲν αὐτοὶ
πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
ἀλλ᾽ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ
παντοίην , ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
315
μήτι τοι δρυτόμος μέγ᾽ ἀμείνων ἠὲ βίηφι:
μήτι δ᾽ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ
νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι:
μήτι δ᾽ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
ἀλλ᾽ ὃς μέν θ᾽ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς
320
ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα,
ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον , οὐδὲ κατίσχει:
ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους,
αἰεὶ τέρμ᾽ ὁρόων στρέφει ἐγγύθεν , οὐδέ λήθει
ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
325
ἀλλ᾽ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές , οὐδέ σε λήσει.
ἕστηκε ξύλον αὖον ὅσον τ᾽ ὄργυι᾽ ὑπὲρ αἴης
δρυὸς πεύκης : τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ
330
ἐν ξυνοχῇσιν ὁδοῦ , λεῖος δ᾽ ἱππόδρομος ἀμφὶς