Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος,
τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων,
καὶ νῦν τέρματ᾽ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
τῷ σὺ μάλ᾽ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους,
335
αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ
ἦκ᾽ ἐπ᾽ ἀριστερὰ τοῖιν : ἀτὰρ τὸν δεξιὸν ἵππον
κένσαι ὁμοκλήσας , εἶξαί τέ οἱ ἡνία χερσίν.
ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω,
ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι
340
κύκλου ποιητοῖο : λίθου δ᾽ ἀλέασθαι ἐπαυρεῖν,
μή πως ἵππους τε τρώσῃς κατά θ᾽ ἅρματα ἄξῃς:
χάρμα δὲ τοῖς ἄλλοισιν , ἐλεγχείη δὲ σοὶ αὐτῷ
ἔσσεται : ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
εἰ γάρ κ᾽ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων,
345
οὐκ ἔσθ᾽ ὅς κέ σ᾽ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ,
οὐδ᾽ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
Ἀδρήστου ταχὺν ἵππον , ὃς ἐκ θεόφιν γένος ἦεν,
τοὺς Λαομέδοντος , οἳ ἐνθάδε γ᾽ ἔτραφεν ἐσθλοί.
ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ
350
ἕζετ᾽ , ἐπεὶ παιδὶ ἑκάστου πείρατ᾽ ἔειπε.
Μηριόνης δ᾽ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθ᾽ ἵππους.
ἂν δ᾽ ἔβαν ἐς δίφρους , ἐν δὲ κλήρους ἐβάλοντο:
πάλλ᾽ Ἀχιλεύς , ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο
Ἀντιλόχου : μετὰ τὸν δ᾽ ἔλαχε κρείων Εὔμηλος:
355
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος,
τῷ δ᾽ ἐπὶ Μηριόνης λάχ᾽ ἐλαυνέμεν : ὕστατος αὖτε
Τυδεΐδης ὄχ᾽ ἄριστος ἐὼν λάχ᾽ ἐλαυνέμεν ἵππους.
στὰν δὲ μεταστοιχί , σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεὺς
τηλόθεν ἐν λείῳ πεδίῳ : παρὰ δὲ σκοπὸν εἷσεν
360
ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,