Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
οἳ δ᾽ ἅμα πάντες ἐφ᾽ ἵπποιιν μάστιγας ἄειραν,
πέπληγόν θ᾽ ἱμᾶσιν , ὁμόκλησάν τ᾽ ἐπέεσσιν
ἐσσυμένως : οἳ δ᾽ ὦκα διέπρησσον πεδίοιο
365
νόσφι νεῶν ταχέως : ὑπὸ δὲ στέρνοισι κονίη
ἵστατ᾽ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
χαῖται δ᾽ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
ἅρματα δ᾽ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,
ἄλλοτε δ᾽ ἀΐξασκε μετήορα : τοὶ δ᾽ ἐλατῆρες
370
ἕστασαν ἐν δίφροισι , πάτασσε δὲ θυμὸς ἑκάστου
νίκης ἱεμένων : κέκλοντο δὲ οἷσιν ἕκαστος
ἵπποις , οἳ δ᾽ ἐπέτοντο κονίοντες πεδίοιο.
ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι
ἂψ ἐφ᾽ ἁλὸς πολιῆς , τότε δὴ ἀρετή γε ἑκάστου
375
φαίνετ᾽ , ἄφαρ δ᾽ ἵπποισι τάθη δρόμος : ὦκα δ᾽ ἔπειτα
αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
τὰς δὲ μετ᾽ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
Τρώϊοι , οὐδέ τι πολλὸν ἄνευθ᾽ ἔσαν , ἀλλὰ μάλ᾽ ἐγγύς:
αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην,
380
πνοιῇ δ᾽ Εὐμήλοιο μετάφρενον εὐρέε τ᾽ ὤμω
θέρμετ᾽ : ἐπ᾽ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
καί νύ κεν παρέλασσ᾽ ἀμφήριστον ἔθηκεν,
εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων,
ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
385
τοῖο δ᾽ ἀπ᾽ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο,
οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας,
οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
οὐδ᾽ ἄρ᾽ Ἀθηναίην ἐλεφηράμενος λάθ᾽ Ἀπόλλων
Τυδεΐδην , μάλα δ᾽ ὦκα μετέσσυτο ποιμένα λαῶν,
390
δῶκε δέ οἱ μάστιγα , μένος δ᾽ ἵπποισιν ἐνῆκεν: