Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δὲ μετ᾽ Ἀδμήτου υἱὸν κοτέουσ᾽ ἐβεβήκει,
ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν : αἳ δέ οἱ ἵπποι
ἀμφὶς ὁδοῦ δραμέτην , ῥυμὸς δ᾽ ἐπὶ γαῖαν ἐλύσθη.
αὐτὸς δ᾽ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,
395
ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε,
θρυλίχθη δὲ μέτωπον ἐπ᾽ ὀφρύσι : τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή.
Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους,
πολλὸν τῶν ἄλλων ἐξάλμενος : ἐν γὰρ Ἀθήνη
400
ἵπποις ἧκε μένος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκε.
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
Ἀντίλοχος δ᾽ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο:
ἔμβητον καὶ σφῶϊ : τιταίνετον ὅττι τάχιστα.
ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω
405
Τυδεΐδεω ἵπποισι δαΐφρονος , οἷσιν Ἀθήνη
νῦν ὤρεξε τάχος καὶ ἐπ᾽ αὐτῷ κῦδος ἔθηκεν:
ἵππους δ᾽ Ἀτρεΐδαο κιχάνετε , μὴ δὲ λίπησθον,
καρπαλίμως , μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ
Αἴθη θῆλυς ἐοῦσα : τί λείπεσθε φέριστοι;
410
ὧδε γὰρ ἐξερέω , καὶ μὴν τετελεσμένον ἔσται:
οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
ἔσσεται , αὐτίκα δ᾽ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ,
αἴ κ᾽ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
ἀλλ᾽ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα:
415
ταῦτα δ᾽ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
στεινωπῷ ἐν ὁδῷ παραδύμεναι , οὐδέ με λήσει.
ὣς ἔφαθ᾽ , οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον : αἶψα δ᾽ ἔπειτα
στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης.
420
ῥωχμὸς ἔην γαίης , χειμέριον ἀλὲν ὕδωρ