Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐξέρρηξεν ὁδοῖο , βάθυνε δὲ χῶρον ἅπαντα:
τῇ ῥ᾽ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.
Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους
ἐκτὸς ὁδοῦ , ὀλίγον δὲ παρακλίνας ἐδίωκεν.
425
Ἀτρεΐδης δ᾽ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει:
Ἀντίλοχ᾽ ἀφραδέως ἱππάζεαι , ἀλλ᾽ ἄνεχ᾽ ἵππους:
στεινωπὸς γὰρ ὁδός , τάχα δ᾽ εὐρυτέρη παρελάσσαι:
μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας.
ὣς ἔφατ᾽ , Ἀντίλοχος δ᾽ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε
430
κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς.
ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται,
ὅν τ᾽ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης,
τόσσον ἐπιδραμέτην : αἳ δ᾽ ἠρώησαν ὀπίσσω
Ἀτρεΐδεω : αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν
435
μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι,
δίφρους τ᾽ ἀνστρέψειαν ἐϋπλεκέας , κατὰ δ᾽ αὐτοὶ
ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης.
τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος:
Ἀντίλοχ᾽ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος:
440
ἔρρ᾽ , ἐπεὶ οὔ σ᾽ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί.
ἀλλ᾽ οὐ μὰν οὐδ᾽ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε:
μή μοι ἐρύκεσθον μὴ δ᾽ ἕστατον ἀχνυμένω κῆρ.
φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα
445
ὑμῖν : ἄμφω γὰρ ἀτέμβονται νεότητος.
ὣς ἔφαθ᾽ , οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν
μᾶλλον ἐπιδραμέτην , τάχα δέ σφισιν ἄγχι γένοντο.
Ἀργεῖοι δ᾽ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο
ἵππους : τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο.
450
πρῶτος δ᾽ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθ᾽ ἵππους: