Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ:
τοῖο δ᾽ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας
ἔγνω , φράσσατο δ᾽ ἵππον ἀριπρεπέα προὔχοντα,
ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν , ἐν δὲ μετώπῳ
455
λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;
ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι,
460
ἄλλος δ᾽ ἡνίοχος ἰνδάλλεται : αἳ δέ που αὐτοῦ
ἔβλαβεν ἐν πεδίῳ , αἳ κεῖσέ γε φέρτεραι ἦσαν:
ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας,
νῦν δ᾽ οὔ πῃ δύναμαι ἰδέειν : πάντῃ δέ μοι ὄσσε
Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι:
465
ἦε τὸν ἡνίοχον φύγον ἡνία , οὐδὲ δυνάσθη
εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας:
ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θ᾽ ἅρματα ἆξαι,
αἳ δ᾽ ἐξηρώησαν , ἐπεὶ μένος ἔλλαβε θυμόν.
ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν : οὐ γὰρ ἔγωγε
470
εὖ διαγιγνώσκω : δοκέει δέ μοι ἔμμεναι ἀνὴρ
Αἰτωλὸς γενεήν , μετὰ δ᾽ Ἀργείοισιν ἀνάσσει
Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης.
τὸν δ᾽ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας:
Ἰδομενεῦ τί πάρος λαβρεύεαι ; αἳ δέ τ᾽ ἄνευθεν
475
ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται.
οὔτε νεώτατός ἐσσι μετ᾽ Ἀργείοισι τοσοῦτον,
οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε:
ἀλλ᾽ αἰεὶ μύθοις λαβρεύεαι : οὐδέ τί σε χρὴ
λαβραγόρην ἔμεναι : πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.
480
ἵπποι δ᾽ αὐταὶ ἔασι παροίτεραι , αἳ τὸ πάρος περ,