Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Εὐμήλου , ἐν δ᾽ αὐτὸς ἔχων εὔληρα βέβηκε.
τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα:
Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα
δεύεαι Ἀργείων , ὅτι τοι νόος ἐστὶν ἀπηνής.
485
δεῦρό νυν τρίποδος περιδώμεθον ἠὲ λέβητος,
ἴστορα δ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω,
ὁππότεραι πρόσθ᾽ ἵπποι , ἵνα γνώῃς ἀποτίνων.
ὣς ἔφατ᾽ , ὄρνυτο δ᾽ αὐτίκ᾽ Ὀϊλῆος ταχὺς Αἴας
χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι:
490
καί νύ κε δὴ προτέρω ἔτ᾽ ἔρις γένετ᾽ ἀμφοτέροισιν,
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον:
μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν
Αἶαν Ἰδομενεῦ τε κακοῖς , ἐπεὶ οὐδὲ ἔοικε.
καὶ δ᾽ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι.
495
ἀλλ᾽ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε
ἵππους : οἳ δὲ τάχ᾽ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης
ἐνθάδ᾽ ἐλεύσονται : τότε δὲ γνώσεσθε ἕκαστος
ἵππους Ἀργείων , οἳ δεύτεροι οἵ τε πάροιθεν.
ὣς φάτο , Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων,
500
μάστι δ᾽ αἰὲν ἔλαυνε κατωμαδόν : οἳ δέ οἱ ἵπποι
ὑψόσ᾽ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον.
αἰεὶ δ᾽ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον,
ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε
ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον : οὐδέ τι πολλὴ
505
γίγνετ᾽ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν
ἐν λεπτῇ κονίῃ : τὼ δὲ σπεύδοντε πετέσθην.
στῆ δὲ μέσῳ ἐν ἀγῶνι , πολὺς δ᾽ ἀνεκήκιεν ἱδρὼς
ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε.
αὐτὸς δ᾽ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος,
510
κλῖνε δ᾽ ἄρα μάστιγα ποτὶ ζυγόν : οὐδὲ μάτησεν