Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἴφθιμος Σθένελος , ἀλλ᾽ ἐσσυμένως λάβ᾽ ἄεθλον,
δῶκε δ᾽ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα
καὶ τρίποδ᾽ ὠτώεντα φέρειν : δ᾽ ἔλυεν ὑφ᾽ ἵππους.
τῷ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους
515
κέρδεσιν , οὔ τι τάχει γε , παραφθάμενος Μενέλαον:
ἀλλὰ καὶ ὧς Μενέλαος ἔχ᾽ ἐγγύθεν ὠκέας ἵππους.
ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται , ὅς ῥα ἄνακτα
ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι:
τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι
520
οὐραῖαι : δέ τ᾽ ἄγχι μάλα τρέχει , οὐδέ τι πολλὴ
χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος:
τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο
λείπετ᾽ : ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο,
ἀλλά μιν αἶψα κίχανεν : ὀφέλλετο γὰρ μένος ἠῢ
525
ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης:
εἰ δέ κ᾽ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι,
τώ κέν μιν παρέλασσ᾽ οὐδ᾽ ἀμφήριστον ἔθηκεν.
αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος
λείπετ᾽ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν:
530
βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι,
ἤκιστος δ᾽ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμ᾽ ἐν ἀγῶνι.
υἱὸς δ᾽ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων
ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.
τὸν δὲ ἰδὼν ᾤκτειρε ποδάρκης δῖος Ἀχιλλεύς,
535
στὰς δ᾽ ἄρ᾽ ἐν Ἀργείοις ἔπεα πτερόεντ᾽ ἀγόρευε:
λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους:
ἀλλ᾽ ἄγε δή οἱ δῶμεν ἀέθλιον ὡς ἐπιεικὲς
δεύτερ᾽ : ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἐπῄνεον ὡς ἐκέλευε.
540
καί νύ κέ οἱ πόρεν ἵππον , ἐπῄνησαν γὰρ Ἀχαιοί,