Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
εἰ μὴ ἄρ᾽ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
Πηλεΐδην Ἀχιλῆα δίκῃ ἠμείψατ᾽ ἀναστάς:
Ἀχιλεῦ μάλα τοι κεχολώσομαι αἴ κε τελέσσῃς
τοῦτο ἔπος : μέλλεις γὰρ ἀφαιρήσεσθαι ἄεθλον
545
τὰ φρονέων ὅτι οἱ βλάβεν ἅρματα καὶ ταχέ᾽ ἵππω
αὐτός τ᾽ ἐσθλὸς ἐών : ἀλλ᾽ ὤφελεν ἀθανάτοισιν
εὔχεσθαι : τό κεν οὔ τι πανύστατος ἦλθε διώκων.
εἰ δέ μιν οἰκτίρεις καί τοι φίλος ἔπλετο θυμῷ
ἔστί τοι ἐν κλισίῃ χρυσὸς πολύς , ἔστι δὲ χαλκὸς
550
καὶ πρόβατ᾽ , εἰσὶ δέ τοι δμῳαὶ καὶ μώνυχες ἵπποι:
τῶν οἱ ἔπειτ᾽ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον
ἠὲ καὶ αὐτίκα νῦν , ἵνα σ᾽ αἰνήσωσιν Ἀχαιοί.
τὴν δ᾽ ἐγὼ οὐ δώσω : περὶ δ᾽ αὐτῆς πειρηθήτω
ἀνδρῶν ὅς κ᾽ ἐθέλῃσιν ἐμοὶ χείρεσσι μάχεσθαι.
555
ὣς φάτο , μείδησεν δὲ ποδάρκης δῖος Ἀχιλλεὺς
χαίρων Ἀντιλόχῳ , ὅτι οἱ φίλος ἦεν ἑταῖρος:
καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα:
Ἀντίλοχ᾽ , εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο
Εὐμήλῳ ἐπιδοῦναι , ἐγὼ δέ κε καὶ τὸ τελέσσω.
560
δώσω οἱ θώρηκα , τὸν Ἀστεροπαῖον ἀπηύρων
χάλκεον , πέρι χεῦμα φαεινοῦ κασσιτέροιο
ἀμφιδεδίνηται : πολέος δέ οἱ ἄξιος ἔσται.
ῥα , καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ
οἰσέμεναι κλισίηθεν : δ᾽ ᾤχετο καί οἱ ἔνεικεν,
565
Εὐμήλῳ δ᾽ ἐν χερσὶ τίθει : δὲ δέξατο χαίρων.
τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων
Ἀντιλόχῳ ἄμοτον κεχολωμένος : ἐν δ᾽ ἄρα κῆρυξ
χειρὶ σκῆπτρον ἔθηκε , σιωπῆσαί τε κέλευσεν
Ἀργείους : δ᾽ ἔπειτα μετηύδα ἰσόθεος φώς:
570
Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας.