Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ᾔσχυνας μὲν ἐμὴν ἀρετήν , βλάψας δέ μοι ἵππους
τοὺς σοὺς πρόσθε βαλών , οἵ τοι πολὺ χείρονες ἦσαν.
ἀλλ᾽ ἄγετ᾽ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
ἐς μέσον ἀμφοτέροισι δικάσσατε , μὴ δ᾽ ἐπ᾽ ἀρωγῇ,
575
μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων:
Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος
οἴχεται ἵππον ἄγων , ὅτι οἱ πολὺ χείρονες ἦσαν
ἵπποι , αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε.
εἰ δ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς δικάσω , καί μ᾽ οὔ τινά φημι
580
ἄλλον ἐπιπλήξειν Δαναῶν : ἰθεῖα γὰρ ἔσται.
Ἀντίλοχ᾽ εἰ δ᾽ ἄγε δεῦρο διοτρεφές , θέμις ἐστί,
στὰς ἵππων προπάροιθε καὶ ἅρματος , αὐτὰρ ἱμάσθλην
χερσὶν ἔχε ῥαδινήν , περ τὸ πρόσθεν ἔλαυνες,
ἵππων ἁψάμενος γαιήοχον ἐννοσίγαιον
585
ὄμνυθι μὴ μὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι.
τὸν δ᾽ αὖτ᾽ Ἀντίλοχος πεπνυμένος ἀντίον ηὔδα:
ἄνσχεο νῦν : πολλὸν γὰρ ἔγωγε νεώτερός εἰμι
σεῖο ἄναξ Μενέλαε , σὺ δὲ πρότερος καὶ ἀρείων.
οἶσθ᾽ οἷαι νέου ἀνδρὸς ὑπερβασίαι τελέθουσι:
590
κραιπνότερος μὲν γάρ τε νόος , λεπτὴ δέ τε μῆτις.
τώ τοι ἐπιτλήτω κραδίη : ἵππον δέ τοι αὐτὸς
δώσω , τὴν ἀρόμην . εἰ καί νύ κεν οἴκοθεν ἄλλο
μεῖζον ἐπαιτήσειας , ἄφαρ κέ τοι αὐτίκα δοῦναι
βουλοίμην σοί γε διοτρεφὲς ἤματα πάντα
595
ἐκ θυμοῦ πεσέειν καὶ δαίμοσιν εἶναι ἀλιτρός.
ῥα καὶ ἵππον ἄγων μεγαθύμου Νέστορος υἱὸς
ἐν χείρεσσι τίθει Μενελάου : τοῖο δὲ θυμὸς
ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση
ληΐου ἀλδήσκοντος , ὅτε φρίσσουσιν ἄρουραι:
600
ὣς ἄρα σοὶ Μενέλαε μετὰ φρεσὶ θυμὸς ἰάνθη.