Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
Ἀντίλοχε νῦν μέν τοι ἐγὼν ὑποείξομαι αὐτὸς
χωόμενος , ἐπεὶ οὔ τι παρήορος οὐδ᾽ ἀεσίφρων
ἦσθα πάρος : νῦν αὖτε νόον νίκησε νεοίη.
605
δεύτερον αὖτ᾽ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν.
οὐ γάρ κέν με τάχ᾽ ἄλλος ἀνὴρ παρέπεισεν Ἀχαιῶν.
ἀλλὰ σὺ γὰρ δὴ πολλὰ πάθες καὶ πολλὰ μόγησας
σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκ᾽ ἐμεῖο:
τώ τοι λισσομένῳ ἐπιπείσομαι , ἠδὲ καὶ ἵππον
610
δώσω ἐμήν περ ἐοῦσαν , ἵνα γνώωσι καὶ οἵδε
ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
ῥα , καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
ἵππον ἄγειν : δ᾽ ἔπειτα λέβηθ᾽ ἕλε παμφανόωντα.
Μηριόνης δ᾽ ἀνάειρε δύω χρυσοῖο τάλαντα
615
τέτρατος , ὡς ἔλασεν . πέμπτον δ᾽ ὑπελείπετ᾽ ἄεθλον,
ἀμφίθετος φιάλη : τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
Ἀργείων ἀν᾽ ἀγῶνα φέρων , καὶ ἔειπε παραστάς:
τῆ νῦν , καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω
Πατρόκλοιο τάφου μνῆμ᾽ ἔμμεναι : οὐ γὰρ ἔτ᾽ αὐτὸν
620
ὄψῃ ἐν Ἀργείοισι : δίδωμι δέ τοι τόδ᾽ ἄεθλον
αὔτως : οὐ γὰρ πύξ γε μαχήσεαι , οὐδὲ παλαίσεις,
οὐδ᾽ ἔτ᾽ ἀκοντιστὺν ἐσδύσεαι , οὐδὲ πόδεσσι
θεύσεαι : ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει.
ὣς εἰπὼν ἐν χερσὶ τίθει : δ᾽ ἐδέξατο χαίρων,
625
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
ναὶ δὴ ταῦτά γε πάντα τέκος κατὰ μοῖραν ἔειπες:
οὐ γὰρ ἔτ᾽ ἔμπεδα γυῖα φίλος πόδες , οὐδέ τι χεῖρες
ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί.
εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη
630
ὡς ὁπότε κρείοντ᾽ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ