Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Βουπρασίῳ , παῖδες δ᾽ ἔθεσαν βασιλῆος ἄεθλα:
ἔνθ᾽ οὔ τίς μοι ὁμοῖος ἀνὴρ γένετ᾽ , οὔτ᾽ ἄρ᾽ Ἐπειῶν
οὔτ᾽ αὐτῶν Πυλίων οὔτ᾽ Αἰτωλῶν μεγαθύμων.
πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Ἤνοπος υἱόν,
635
Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον , ὅς μοι ἀνέστη:
Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἐόντα,
δουρὶ δ᾽ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον.
οἴοισίν μ᾽ ἵπποισι παρήλασαν Ἀκτορίωνε
πλήθει πρόσθε βαλόντες ἀγασσάμενοι περὶ νίκης,
640
οὕνεκα δὴ τὰ μέγιστα παρ᾽ αὐτόθι λείπετ᾽ ἄεθλα.
οἳ δ᾽ ἄρ᾽ ἔσαν δίδυμοι : μὲν ἔμπεδον ἡνιόχευεν,
ἔμπεδον ἡνιόχευ᾽ , δ᾽ ἄρα μάστιγι κέλευεν.
ὥς ποτ᾽ ἔον : νῦν αὖτε νεώτεροι ἀντιοώντων
ἔργων τοιούτων : ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ
645
πείθεσθαι , τότε δ᾽ αὖτε μετέπρεπον ἡρώεσσιν.
ἀλλ᾽ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε.
τοῦτο δ᾽ ἐγὼ πρόφρων δέχομαι , χαίρει δέ μοι ἦτορ,
ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος , οὐδέ σε λήθω,
τιμῆς ἧς τέ μ᾽ ἔοικε τετιμῆσθαι μετ᾽ Ἀχαιοῖς.
650
σοὶ δὲ θεοὶ τῶνδ᾽ ἀντὶ χάριν μενοεικέα δοῖεν.
ὣς φάτο , Πηλεΐδης δὲ πολὺν καθ᾽ ὅμιλον Ἀχαιῶν
ᾤχετ᾽ , ἐπεὶ πάντ᾽ αἶνον ἐπέκλυε Νηλεΐδαο.
αὐτὰρ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα:
ἡμίονον ταλαεργὸν ἄγων κατέδησ᾽ ἐν ἀγῶνι
655
ἑξέτε᾽ ἀδμήτην , τ᾽ ἀλγίστη δαμάσασθαι:
τῷ δ᾽ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν , περ ἀρίστω,
660
πὺξ μάλ᾽ ἀνασχομένω πεπληγέμεν : δέ κ᾽ Ἀπόλλων