Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δώῃ καμμονίην , γνώωσι δὲ πάντες Ἀχαιοί,
ἡμίονον ταλαεργὸν ἄγων κλισίην δὲ νεέσθω:
αὐτὰρ νικηθεὶς δέπας οἴσεται ἀμφικύπελλον.
ὣς ἔφατ᾽ , ὄρνυτο δ᾽ αὐτίκ᾽ ἀνὴρ ἠΰς τε μέγας τε
665
εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός,
ἅψατο δ᾽ ἡμιόνου ταλαεργοῦ φώνησέν τε:
ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον:
ἡμίονον δ᾽ οὔ φημί τιν᾽ ἀξέμεν ἄλλον Ἀχαιῶν
πυγμῇ νικήσαντ᾽ , ἐπεὶ εὔχομαι εἶναι ἄριστος.
670
οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι ; οὐδ᾽ ἄρα πως ἦν
ἐν πάντεσσ᾽ ἔργοισι δαήμονα φῶτα γενέσθαι.
ὧδε γὰρ ἐξερέω , τὸ δὲ καὶ τετελεσμένον ἔσται:
ἀντικρὺ χρόα τε ῥήξω σύν τ᾽ ὀστέ᾽ ἀράξω.
κηδεμόνες δέ οἱ ἐνθάδ᾽ ἀολλέες αὖθι μενόντων,
675
οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς
Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος,
ὅς ποτε Θήβας δ᾽ ἦλθε δεδουπότος Οἰδιπόδαο
680
ἐς τάφον : ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
θαρσύνων ἔπεσιν , μέγα δ᾽ αὐτῷ βούλετο νίκην.
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν , αὐτὰρ ἔπειτα
δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο.
685
τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα,
ἄντα δ᾽ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ᾽ ἄμφω
σύν ῥ᾽ ἔπεσον , σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν.
δεινὸς δὲ χρόμαδος γενύων γένετ᾽ , ἔρρεε δ᾽ ἱδρὼς
πάντοθεν ἐκ μελέων : ἐπὶ δ᾽ ὄρνυτο δῖος Ἐπειός,
690
κόψε δὲ παπτήναντα παρήϊον : οὐδ᾽ ἄρ᾽ ἔτι δὴν