Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἑστήκειν : αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα.
ὡς δ᾽ ὅθ᾽ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
θίν᾽ ἐν φυκιόεντι , μέλαν δέ κῦμα κάλυψεν,
ὣς πληγεὶς ἀνέπαλτ᾽ : αὐτὰρ μεγάθυμος Ἐπειὸς
695
χερσὶ λαβὼν ὤρθωσε : φίλοι δ᾽ ἀμφέσταν ἑταῖροι,
οἵ μιν ἄγον δι᾽ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
αἷμα παχὺ πτύοντα κάρη βάλλονθ᾽ ἑτέρωσε:
κὰδ δ᾽ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες,
αὐτοὶ δ᾽ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον.
700
Πηλεΐδης δ᾽ αἶψ᾽ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς,
τῷ μὲν νικήσαντι μέγαν τρίποδ᾽ ἐμπυριβήτην,
τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:
ἀνδρὶ δὲ νικηθέντι γυναῖκ᾽ ἐς μέσσον ἔθηκε,
705
πολλὰ δ᾽ ἐπίστατο ἔργα , τίον δέ τεσσαράβοιον.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον.
ὣς ἔφατ᾽ , ὦρτο δ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας,
ἂν δ᾽ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς.
710
ζωσαμένω δ᾽ ἄρα τώ γε βάτην ἐς μέσσον ἀγῶνα,
ἀγκὰς δ᾽ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν
ὡς ὅτ᾽ ἀμείβοντες , τούς τε κλυτὸς ἤραρε τέκτων
δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
τετρίγει δ᾽ ἄρα νῶτα θρασειάων ἀπὸ χειρῶν
715
ἑλκόμενα στερεῶς : κατὰ δὲ νότιος ῥέεν ἱδρώς,
πυκναὶ δὲ σμώδιγγες ἀνὰ πλευράς τε καὶ ὤμους
αἵματι φοινικόεσσαι ἀνέδραμον : οἳ δὲ μάλ᾽ αἰεὶ
νίκης ἱέσθην τρίποδος πέρι ποιητοῖο:
οὔτ᾽ Ὀδυσεὺς δύνατο σφῆλαι οὔδει τε πελάσσαι,
720
οὔτ᾽ Αἴας δύνατο , κρατερὴ δ᾽ ἔχεν ἲς Ὀδυσῆος.