Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς,
δὴ τότε μιν προσέειπε μέγας Τελαμώνιος Αἴας:
διογενὲς Λαερτιάδη πολυμήχαν᾽ Ὀδυσσεῦ
μ᾽ ἀνάειρ᾽ , ἐγὼ σέ : τὰ δ᾽ αὖ Διὶ πάντα μελήσει.
725
ὣς εἰπὼν ἀνάειρε : δόλου δ᾽ οὐ λήθετ᾽ Ὀδυσσεύς:
κόψ᾽ ὄπιθεν κώληπα τυχών , ὑπέλυσε δὲ γυῖα,
κὰδ δ᾽ ἔβαλ᾽ ἐξοπίσω : ἐπὶ δὲ στήθεσσιν Ὀδυσσεὺς
κάππεσε : λαοὶ δ᾽ αὖ θηεῦντό τε θάμβησάν τε.
δεύτερος αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
730
κίνησεν δ᾽ ἄρα τυτθὸν ἀπὸ χθονός , οὐδ᾽ ἔτ᾽ ἄειρεν,
ἐν δὲ γόνυ γνάμψεν : ἐπὶ δὲ χθονὶ κάππεσον ἄμφω
πλησίοι ἀλλήλοισι , μιάνθησαν δὲ κονίῃ.
καί νύ κε τὸ τρίτον αὖτις ἀναΐξαντ᾽ ἐπάλαιον,
εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ κατέρυκε:
735
μηκέτ᾽ ἐρείδεσθον , μὴ δὲ τρίβεσθε κακοῖσι:
νίκη δ᾽ ἀμφοτέροισιν : ἀέθλια δ᾽ ἶσ᾽ ἀνελόντες
ἔρχεσθ᾽ , ὄφρα καὶ ἄλλοι ἀεθλεύωσιν Ἀχαιοί.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο,
καί ῥ᾽ ἀπομορξαμένω κονίην δύσαντο χιτῶνας.
740
Πηλεΐδης δ᾽ αἶψ᾽ ἄλλα τίθει ταχυτῆτος ἄεθλα
ἀργύρεον κρητῆρα τετυγμένον : ἓξ δ᾽ ἄρα μέτρα
χάνδανεν , αὐτὰρ κάλλει ἐνίκα πᾶσαν ἐπ᾽ αἶαν
πολλόν , ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν,
Φοίνικες δ᾽ ἄγον ἄνδρες ἐπ᾽ ἠεροειδέα πόντον,
745
στῆσαν δ᾽ ἐν λιμένεσσι , Θόαντι δὲ δῶρον ἔδωκαν:
υἷος δὲ Πριάμοιο Λυκάονος ὦνον ἔδωκε
Πατρόκλῳ ἥρωϊ Ἰησονίδης Εὔνηος.
καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο,
ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο:
750
δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ,