Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊ᾽ ἔθηκε.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
ὄρνυσθ᾽ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε.
ὣς ἔφατ᾽ , ὄρνυτο δ᾽ αὐτίκ᾽ Ὀϊλῆος ταχὺς Αἴας,
755
ἂν δ᾽ Ὀδυσεὺς πολύμητις , ἔπειτα δὲ Νέστορος υἱὸς
Ἀντίλοχος : γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα.
στὰν δὲ μεταστοιχί : σήμηνε δὲ τέρματ᾽ Ἀχιλλεύς.
τοῖσι δ᾽ ἀπὸ νύσσης τέτατο δρόμος : ὦκα δ᾽ ἔπειτα
ἔκφερ᾽ Ὀϊλιάδης : ἐπὶ δ᾽ ὄρνυτο δῖος Ὀδυσσεὺς
760
ἄγχι μάλ᾽ , ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
στήθεός ἐστι κανών , ὅν τ᾽ εὖ μάλα χερσὶ τανύσσῃ
πηνίον ἐξέλκουσα παρὲκ μίτον , ἀγχόθι δ᾽ ἴσχει
στήθεος : ὣς Ὀδυσεὺς θέεν ἐγγύθεν , αὐτὰρ ὄπισθεν
ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι:
765
κὰδ δ᾽ ἄρα οἱ κεφαλῆς χέ᾽ ἀϋτμένα δῖος Ὀδυσσεὺς
αἰεὶ ῥίμφα θέων : ἴαχον δ᾽ ἐπὶ πάντες Ἀχαιοὶ
νίκης ἱεμένῳ , μάλα δὲ σπεύδοντι κέλευον.
ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον , αὐτίκ᾽ Ὀδυσσεὺς
εὔχετ᾽ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν:
770
κλῦθι θεά , ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν.
ὣς ἔφατ᾽ εὐχόμενος : τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη,
γυῖα δ᾽ ἔθηκεν ἐλαφρά , πόδας καὶ χεῖρας ὕπερθεν.
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλον ἐπαΐξασθαι ἄεθλον,
ἔνθ᾽ Αἴας μὲν ὄλισθε θέων , βλάψεν γὰρ Ἀθήνη,
775
τῇ ῥα βοῶν κέχυτ᾽ ὄνθος ἀποκταμένων ἐριμύκων,
οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς:
ἐν δ᾽ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε:
κρητῆρ᾽ αὖτ᾽ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς,
ὡς ἦλθε φθάμενος : δὲ βοῦν ἕλε φαίδιμος Αἴας.
780
στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο