Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄνθον ἀποπτύων , μετὰ δ᾽ Ἀργείοισιν ἔειπεν:
πόποι μ᾽ ἔβλαψε θεὰ πόδας , τὸ πάρος περ
μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται ἠδ᾽ ἐπαρήγει.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πάντες ἐπ᾽ αὐτῷ ἡδὺ γέλασσαν.
785
Ἀντίλοχος δ᾽ ἄρα δὴ λοισθήϊον ἔκφερ᾽ ἄεθλον
μειδιόων , καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
εἰδόσιν ὔμμ᾽ ἐρέω πᾶσιν φίλοι , ὡς ἔτι καὶ νῦν
ἀθάνατοι τιμῶσι παλαιοτέρους ἀνθρώπους.
Αἴας μὲν γὰρ ἐμεῖ᾽ ὀλίγον προγενέστερός ἐστιν,
790
οὗτος δὲ προτέρης γενεῆς προτέρων τ᾽ ἀνθρώπων:
ὠμογέροντα δέ μίν φασ᾽ ἔμμεναι : ἀργαλέον δὲ
ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς , εἰ μὴ Ἀχιλλεῖ.
ὣς φάτο , κύδηνεν δὲ ποδώκεα Πηλεΐωνα.
τὸν δ᾽ Ἀχιλεὺς μύθοισιν ἀμειβόμενος προσέειπεν:
795
Ἀντίλοχ᾽ οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,
ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω.
ὣς εἰπὼν ἐν χερσὶ τίθει , δ᾽ ἐδέξατο χαίρων.
αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος
θῆκ᾽ ἐς ἀγῶνα φέρων , κατὰ δ᾽ ἀσπίδα καὶ τρυφάλειαν
800
τεύχεα Σαρπήδοντος , μιν Πάτροκλος ἀπηύρα.
στῆ δ᾽ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν:
ἄνδρε δύω περὶ τῶνδε κελεύομεν , περ ἀρίστω,
τεύχεα ἑσσαμένω ταμεσίχροα χαλκὸν ἑλόντε
ἀλλήλων προπάροιθεν ὁμίλου πειρηθῆναι.
805
ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν,
ψαύσῃ δ᾽ ἐνδίνων διά τ᾽ ἔντεα καὶ μέλαν αἷμα,
τῷ μὲν ἐγὼ δώσω τόδε φάσγανον ἀργυρόηλον
καλὸν Θρηΐκιον , τὸ μὲν Ἀστεροπαῖον ἀπηύρων:
τεύχεα δ᾽ ἀμφότεροι ξυνήϊα ταῦτα φερέσθων:
810
καί σφιν δαῖτ᾽ ἀγαθὴν παραθήσομεν ἐν κλισίῃσιν.