Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
24
λῦτο δ᾽ ἀγών , λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
ἐσκίδναντ᾽ ἰέναι . τοὶ μὲν δόρποιο μέδοντο
ὕπνου τε γλυκεροῦ ταρπήμεναι : αὐτὰρ Ἀχιλλεὺς
κλαῖε φίλου ἑτάρου μεμνημένος , οὐδέ μιν ὕπνος
5
ᾕρει πανδαμάτωρ , ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθα
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων:
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
10
ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος , ἄλλοτε δ᾽ αὖτε
ὕπτιος , ἄλλοτε δὲ πρηνής : τοτὲ δ᾽ ὀρθὸς ἀναστὰς
δινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός : οὐδέ μιν ἠὼς
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ ἠϊόνας τε.
ἀλλ᾽ γ᾽ ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
15
Ἕκτορα δ᾽ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
τρὶς δ᾽ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
αὖτις ἐνὶ κλισίῃ παυέσκετο , τὸν δέ τ᾽ ἔασκεν
ἐν κόνι ἐκτανύσας προπρηνέα : τοῖο δ᾽ Ἀπόλλων
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων
20
καὶ τεθνηότα περ : περὶ δ᾽ αἰγίδι πάντα κάλυπτε
χρυσείῃ , ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
ὣς μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων:
τὸν δ᾽ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
κλέψαι δ᾽ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
25
ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν , οὐδέ ποθ᾽ Ἥρῃ
οὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρῃ,
ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30
τὴν δ᾽ ᾔνησ᾽ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.