Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων:
σχέτλιοί ἐστε θεοί , δηλήμονες : οὔ νύ ποθ᾽ ὑμῖν
Ἕκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων;
35
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
τ᾽ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ
καὶ πατέρι Πριάμῳ λαοῖσί τε , τοί κέ μιν ὦκα
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
ἀλλ᾽ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ᾽ ἐπαρήγειν,
40
οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
γναμπτὸν ἐνὶ στήθεσσι , λέων δ᾽ ὣς ἄγρια οἶδεν,
ὅς τ᾽ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
εἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν:
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν , οὐδέ οἱ αἰδὼς
45
γίγνεται , τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι.
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν:
ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε:
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
50
αὐτὰρ γ᾽ Ἕκτορα δῖον , ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιο
ἕλκει : οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ ἄμεινον.
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς:
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
55
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη:
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν:
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος , ἣν ἐγὼ αὐτὴ
60
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν