Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε:
πῇ πάτερ ὧδ᾽ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι᾽ ἀμβροσίην , ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
οὐδὲ σύ γ᾽ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
365
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
τοσσάδ᾽ ὀνείατ᾽ ἄγοντα , τίς ἂν δή τοι νόος εἴη;
οὔτ᾽ αὐτὸς νέος ἐσσί , γέρων δέ τοι οὗτος ὀπηδεῖ,
ἄνδρ᾽ ἀπαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ.
370
ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακά , καὶ δέ κεν ἄλλον
σεῦ ἀπαλεξήσαιμι : φίλῳ δέ σε πατρὶ ἐΐσκω.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
οὕτω πῃ τάδε γ᾽ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
ἀλλ᾽ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
375
ὅς μοι τοιόνδ᾽ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
αἴσιον , οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
πέπνυσαί τε νόῳ , μακάρων δ᾽ ἔξεσσι τοκήων.
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
380
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
δειδιότες : τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
385
σὸς πάϊς : οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ᾽ Ἀχαιῶν.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
τίς δὲ σύ ἐσσι φέριστε τέων δ᾽ ἔξεσσι τοκήων;
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
390
πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.