Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
ὀφθαλμοῖσιν ὄπωπα , καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσας
Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ:
ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν : οὐ γὰρ Ἀχιλλεὺς
395
εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.
τοῦ γὰρ ἐγὼ θεράπων , μία δ᾽ ἤγαγε νηῦς εὐεργής:
Μυρμιδόνων δ᾽ ἔξειμι , πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
ἀφνειὸς μὲν γ᾽ ἐστί , γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
ἓξ δέ οἱ υἷες ἔασιν , ἐγὼ δέ οἱ ἕβδομός εἰμι:
400
τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ᾽ ἕπεσθαι.
νῦν δ᾽ ἦλθον πεδίον δ᾽ ἀπὸ νηῶν : ἠῶθεν γὰρ
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι , οὐδὲ δύνανται
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
405
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
εἴς , ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς , ἦέ μιν ἤδη
ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
410
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ᾽ οἰωνοί,
ἀλλ᾽ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
αὔτως ἐν κλισίῃσι : δυωδεκάτη δέ οἱ ἠὼς
κειμένῳ , οὐδέ τί οἱ χρὼς σήπεται , οὐδέ μιν εὐλαὶ
415
ἔσθουσ᾽ , αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
οὐδέ μιν αἰσχύνει : θηοῖό κεν αὐτὸς ἐπελθὼν
οἷον ἐερσήεις κεῖται , περὶ δ᾽ αἷμα νένιπται,
420
οὐδέ ποθι μιαρός : σὺν δ᾽ ἕλκεα πάντα μέμυκεν