Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ᾽ , ἄλλοτε δ᾽ αὖτε
Πάτροκλον : τῶν δὲ στοναχὴ κατὰ δώματ᾽ ὀρώρει.
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
καί οἱ ἀπὸ πραπίδων ἦλθ᾽ ἵμερος ἠδ᾽ ἀπὸ γυίων,
515
αὐτίκ᾽ ἀπὸ θρόνου ὦρτο , γέροντα δὲ χειρὸς ἀνίστη
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
δείλ᾽ , δὴ πολλὰ κάκ᾽ ἄνσχεο σὸν κατὰ θυμόν.
πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
520
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
υἱέας ἐξενάριξα ; σιδήρειόν νύ τοι ἦτορ.
ἀλλ᾽ ἄγε δὴ κατ᾽ ἄρ᾽ ἕζευ ἐπὶ θρόνου , ἄλγεα δ᾽ ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ:
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο:
525
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
ζώειν ἀχνυμένοις : αὐτοὶ δέ τ᾽ ἀκηδέες εἰσί.
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα δίδωσι κακῶν , ἕτερος δὲ ἑάων:
μέν κ᾽ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
530
ἄλλοτε μέν τε κακῷ γε κύρεται , ἄλλοτε δ᾽ ἐσθλῷ:
δέ κε τῶν λυγρῶν δώῃ , λωβητὸν ἔθηκε,
καί κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
φοιτᾷ δ᾽ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
535
ἐκ γενετῆς : πάντας γὰρ ἐπ᾽ ἀνθρώπους ἐκέκαστο
ὄλβῳ τε πλούτῳ τε , ἄνασσε δὲ Μυρμιδόνεσσι,
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
ἀλλ᾽ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν , ὅττί οἱ οὔ τι
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
540
ἀλλ᾽ ἕνα παῖδα τέκεν παναώριον : οὐδέ νυ τόν γε