Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γηράσκοντα κομίζω , ἐπεὶ μάλα τηλόθι πάτρης
ἧμαι ἐνὶ Τροίῃ , σέ τε κήδων ἠδὲ σὰ τέκνα.
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι:
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
545
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον Οὐρανίωνες
αἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ ἀνδροκτασίαι τε.
ἄνσχεο , μὴ δ᾽ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν:
550
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
οὐδέ μιν ἀνστήσεις , πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
μή πω μ᾽ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής , ἀλλὰ τάχιστα
555
λῦσον ἵν᾽ ὀφθαλμοῖσιν ἴδω : σὺ δὲ δέξαι ἄποινα
πολλά , τά τοι φέρομεν : σὺ δὲ τῶνδ᾽ ἀπόναιο , καὶ ἔλθοις
σὴν ἐς πατρίδα γαῖαν , ἐπεί με πρῶτον ἔασας
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
560
μηκέτι νῦν μ᾽ ἐρέθιζε γέρον : νοέω δὲ καὶ αὐτὸς
Ἕκτορά τοι λῦσαι , Διόθεν δέ μοι ἄγγελος ἦλθε
μήτηρ , μ᾽ ἔτεκεν , θυγάτηρ ἁλίοιο γέροντος.
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν , οὐδέ με λήθεις,
ὅττι θεῶν τίς σ᾽ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
565
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν , οὐδὲ μάλ᾽ ἡβῶν,
ἐς στρατόν : οὐδὲ γὰρ ἂν φυλάκους λάθοι , οὐδέ κ᾽ ὀχῆα
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
570
καὶ ἱκέτην περ ἐόντα , Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.