Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα , τηλόθι δ᾽ ὕλη
ἀξέμεν ἐξ ὄρεος , μάλα δὲ Τρῶες δεδίασιν.
ἐννῆμαρ μέν κ᾽ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
665
τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ᾽ αὐτῷ ποιήσαιμεν,
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
τὸν δ᾽ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ᾽ ὡς σὺ κελεύεις:
670
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
ἔλλαβε δεξιτερήν , μή πως δείσει᾽ ἐνὶ θυμῷ.
οἳ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες,
675
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου:
τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ:
ἀλλ᾽ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
680
ὁρμαίνοντ᾽ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν:
γέρον οὔ νύ τι σοί γε μέλει κακόν , οἷον ἔθ᾽ εὕδεις
ἀνδράσιν ἐν δηΐοισιν , ἐπεί σ᾽ εἴασεν Ἀχιλλεύς.
685
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο , πολλὰ δ᾽ ἔδωκας:
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
παῖδες τοὶ μετόπισθε λελειμμένοι , αἴ κ᾽ Ἀγαμέμνων
γνώῃ σ᾽ Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί.
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ γέρων , κήρυκα δ᾽ ἀνίστη.
690
τοῖσιν δ᾽ Ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε,