Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ῥίμφα δ᾽ ἄρ᾽ αὐτὸς ἔλαυνε κατὰ στρατόν , οὐδέ τις ἔγνω.
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς,
Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
695
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,
οἳ δ᾽ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
ἵππους , ἡμίονοι δὲ νέκυν φέρον . οὐδέ τις ἄλλος
ἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
ἀλλ᾽ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
700
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησεν
ἑσταότ᾽ ἐν δίφρῳ , κήρυκά τε ἀστυβοώτην:
τὸν δ᾽ ἄρ᾽ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι:
κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ:
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ᾽ ἰόντες,
705
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
χαίρετ᾽ , ἐπεὶ μέγα χάρμα πόλει τ᾽ ἦν παντί τε δήμῳ.
ὣς ἔφατ᾽ , οὐδέ τις αὐτόθ᾽ ἐνὶ πτόλεϊ λίπετ᾽ ἀνὴρ
οὐδὲ γυνή : πάντας γὰρ ἀάσχετον ἵκετο πένθος:
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
710
πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
τιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
ἁπτόμεναι κεφαλῆς : κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος.
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
715
εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα:
εἴξατέ μοι οὐρεῦσι διελθέμεν : αὐτὰρ ἔπειτα
ἄσεσθε κλαυθμοῖο , ἐπὴν ἀγάγωμι δόμον δέ.
ὣς ἔφαθ᾽ , οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
οἳ δ᾽ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα , τὸν μὲν ἔπειτα
720
τρητοῖς ἐν λεχέεσσι θέσαν , παρὰ δ᾽ εἷσαν ἀοιδοὺς